Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.200 Joseph. AJ 1.203 (English) >>Joseph. AJ 1.208

1.202

θεὸς οὖν ἀγανακτήσας αὐτῶν ἐπὶ τοῖς τολμήμασι τοὺς μὲν ἠμαύρωσεν, ὡς μὴ δυνηθῆναι τὴν εἴσοδον τὴν εἰς τὴν οἰκίαν εὑρεῖν, Σοδομιτῶν δὲ κατέκρινε πάνδημον ὄλεθρον. Λῶτος δὲ τοῦ θεοῦ τὴν μέλλουσαν ἀπώλειαν τῶν Σοδομιτῶν αὐτῷ φράσαντος ἀπαλλάσσεται τήν τε γυναῖκα καὶ τὰς θυγατέρας, δύο δὲ ἦσαν ἔτι παρθένοι, ἀναλαβών· οἱ γὰρ μνηστῆρες περιεφρόνησαν τῆς ἐξόδου εὐήθειαν ἐπικαλοῦντες τοῖς ὑπὸ τοῦ Λώτου λεγομένοις. 1.203καὶ θεὸς ἐνσκήπτει βέλος εἰς τὴν πόλιν καὶ σὺν τοῖς οἰκήτορσιν κατεπίμπρα τὴν γῆν ὁμοίᾳ πυρώσει ἀφανίζων, ὥς μοι καὶ πρότερον λέλεκται τὸν Ἰουδαϊκὸν ἀναγράφοντι πόλεμον. δὲ Λώτου γυνὴ παρὰ τὴν ἀναχώρησιν συνεχῶς εἰς τὴν πόλιν ἀναστρεφομένη καὶ πολυπραγμονοῦσα τὰ περὶ αὐτὴν ἀπηγορευκότος τοῦ θεοῦ τοῦτο μὴ ποιεῖν εἰς στήλην ἁλῶν μετέβαλεν· ἱστόρησα δʼ αὐτήν, ἔτι γὰρ καὶ νῦν διαμένει. 1.204διαφεύγει δʼ αὐτὸς μετὰ τῶν θυγατέρων εἰς βραχύ τι χωρίον κατασχὼν περιγραφὲν ὑπὸ τοῦ πυρός· Ζωὼρ ἔτι καὶ νῦν λέγεται· καλοῦσι γὰρ οὕτως Ἑβραῖοι τὸ ὀλίγον. ἐνταῦθα τοίνυν ὑπό τε ἀνθρώπων ἐρημίας καὶ τροφῆς ἀπορίας ταλαιπώρως διῆγεν. 1.205

Αἱ δὲ παρθένοι πᾶν ἠφανίσθαι τὸ ἀνθρώπινον ὑπολαβοῦσαι τῷ πατρὶ πλησιάζουσι προνοήσασαι λαθεῖν· ἐποίουν δὲ τοῦτο ὑπὲρ τοῦ μὴ τὸ γένος ἐκλιπεῖν. γίνονται δὲ παῖδες ὑπὸ μὲν τῆς πρεσβυτέρας Μώαβος· εἴποι δʼ ἄν τις ἀπὸ πατρός. Ἄμμανον δʼ νεωτέρα ποιεῖται· γένους υἱὸν ἀποσημαίνει τὸ ὄνομα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.200 Joseph. AJ 1.203 (English) >>Joseph. AJ 1.208

Powered by PhiloLogic